Κυριακή 15 Δεκεμβρίου 2024

Άγιος Ελευθέριος ο Ιερομάρτυρας

 


*† Κυριακῇ 15 Δεκεμβρίου 2024 (ΙΑ' Λουκᾶν)*
*† Κυριακῇ τῶν Ἁγίων Προπατόρων*

*† Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου*


*Τὸ Εὐαγγέλιον*

*Ἐκ τοῦ κατά Λουκᾶν*
*Κεφ. ιδ' : 16-24*

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ἀνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης, εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.




Ἀπολυτίκιον

 Φερωνύμῳ σου κλήσει καλλωπιζόμενος, ἐλευθερίαν παρέχεις καὶ ἀπολύτρωσιν, τοῖς προσκάμνουσι δεινῶς, ποικίλας θλίψεσιν, Ἐλευθέριε σοφέ, ἱερῶν καλλονή, Μαρτύρων ἡ ὡραιότης· διὸ μὴ παύσῃ βραβεύων, ἀναψυχὴν τοῖς σὲ γαιρέρουσι.

 Έτερον Ἀπολυτίκιον

 Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Βιογραφία

 Ο Άγιος Ελευθέριος γεννήθηκε τον 2o αιώνα μ. Χ. στην Ελλάδα (κατά άλλους στην Ρώμη) από πλούσιους γονείς. Τότε αυτοκράτορας ήταν ο Κόμμοδος και ο Σεπτίνος Σεβήρος. Ορφανός από πατέρα, ανατράφηκε σύμφωνα με τις επιταγές του Ευαγγελίου από την ευσεβέστατη και φιλάνθρωπη μητέρα του, Ανθία (της Ευανθίας γόνος, στιχηρό Εσπερινού) (βλέπε ίδια ημέρα) η οποία έγινε χριστιανή ακούοντας το κήρυγμα από μαθητές του Απ. Παύλου.

Διακαής πόθος της Ανθίας ήταν... Συνέχεια 👉https://www.saint.gr/3272/saint.aspx

 

Read More