Σάββατο 14 Δεκεμβρίου 2024

Άγιοι Θύρσος, Λεύκιος και Καλλίνικος

 

*Σάββατο, 14 Δεκεμβρίου 2024*

*Θύρσου, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτοῖς μαρτύρων (†286-287).*

*Εὐαγγέλιον*


*ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΔ´ 1 - 11*


1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; οἱ δὲ ἡσύχασαν. 4 καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε. 5 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου; 6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. 7 Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ, 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ’ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Ἀπολυτίκιον 
Tὴν ἑξαστέλεχον μαρτύρων φάλαγγα, ᾀσμάτων ἄνθεσιν ἀνευφημήσωμεν, ὡς καθαιρέτας τοῦ ἐχθροῦ καὶ στύλους τῆς εὐσεβείας· Θύρσον καὶ Φιλήμονα καὶ στερρὸν Ἀπολλώνιον, Ἀρριανόν Καλλίνικον καὶ τὸν ἔνδοξον Λεύκιον· αὐτοὶ γὰρ οὐρανίων χαρίτων κόσμῳ πυρσεύουσι τὴν αἴγλην.

Άγιοι του Θεού πρεσβεύσατε υπέρ ημών!

Βιογραφία

Οι Άγιοι Θύρσος, Λεύκιος και Καλλίνικος (κατ' άλλους Κορωνάτος) έζησαν στα μέσα του 3ου αιώνα μ.Χ. Κατάγονταν από τη Βιθυνία και κατοικούσαν στην Καισαρεία και ανήκαν όλοι σε διακεκριμένες οικογένειες. Ήταν χαρακτήρες ταπεινοί και αγαπούσαν το Θεό «ἐν ἀγάπῃ ἀνυποκρίτῳ» (Β' προς Κορινθίους, στ' 6), δηλαδή με αγάπη πραγματική και ελεύθερη από υποκρισία. Γι' αυτό απέφευγαν το θόρυβο της δημοσιότητας, αλλά όμως ήταν πασίγνωστοι για τη γεμάτη ελεημοσύνες ζωή τους.

Συνέχεια 👉 https://www.saint.gr/3262/saint.aspx

Βοήθεια μας! 



Read More