Κυριακή 22 Δεκεμβρίου 2024

Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ

 


† Κυριακῇ 22 Δεκεμβρίου 2024 (πρό τῆς Χριστοῦ Γεννήσεως)


† Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας


Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ματθαῖον
Κεφ. α' : 1-25

Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, Υἱοῦ Δαυῒδ, Υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ·Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ· ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ· ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ· ᾿Αμιναδάβ δὲ ἐγέννησε τὸν Ναασών· Ναασὼν δὲ ἐγέννησε τὸν Σαλμών· Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ· Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ· ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί· ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου· Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ· ῾Ροβαὰμ δὲ ἐγέννησε τὸν Αβιά· ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά· ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ· ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ· ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν· ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ· ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ· ῎Αχαζ δὲ ἐγέννησε τὸν ᾿Εζεκίαν·᾿Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών· ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν· ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ·Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ· ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ·᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ· ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ· ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ· ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ· ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν᾿Ιακώβ·᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ Ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ, λέγων· ᾿Ιωσὴφ, υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκα σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου, λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ Ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.


 

Read More