Εὐαγγέλιον
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 42 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Ἀπολυτίκιον
Τῷ τῆς πίστεως ζήλω πτερωθεῖς τὴν διάνοιαν, πρὸς ἀθλητικὸς ἀριστείας ἀνδρικῶς προσεχώρησας, καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, βασάνους ὑπὲρ φύσιν ἐνεγκῶν διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, Κρήσκη Θεομακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.
Βιογραφία
Ο Άγιος Κρήσκης καταγόταν από τα Μύρα της Λυκίας και έζησε την εποχή της παντοδυναμίας της ειδωλολατρίας. Μαθητής του Αποστόλου Παύλου, ο Άγιος επέδειξε σε όλη τη διάρκεια της ζωής του αξιοθαύμαστη ευσέβεια. Ακόμη και σε προχωρημένη ηλικία δεν έπαυσε να αγωνίζεται για την επιστροφή των ειδωλολατρών στη χριστιανική πίστη. Όταν ο έπαρχος της πόλης πληροφορήθηκε τη χριστιανική του δράση κάλεσε τον Άγιο και του συνέστησε να σταματήσει να κηρύττει διότι βάζει σε κίνδυνο τη ζωή του και θα ήταν άδικο να υποστεί μαρτυρικό θάνατο στα γεράματά του. Όμως ο Κρήσκης με σεμνότητα αλλά και ασυνήθιστη για την ηλικία του γενναιότητα του απάντησε ότι τα βασανιστήρια θα ήταν γι' αυτόν ευεργεσία και ο επαπειλούμενος θάνατος κέρδος.
Την ευχή του να έχουμε.
Χριστὸς Ἀνέστη!
