Σάββατο 21 Φεβρουαρίου 2026

Όσιος Τιμόθεος ὁ ἐν Συμβόλοις

 

Ευαγγέλιον

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ϛ´ 1 - 13


1 Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. 2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, 4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 5 Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἄν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 7 Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. 9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· 10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. 

Ἀπολυτίκιον  

Φερωνύμως τιμήσας Θεὸν Τιμόθεε, διὰ ζωῆς ἐνάρετου ἀπὸ παιδὸς ὡς σοφός, ἐτιμήθης παρ' αὐτοῦ ἀξίως Ὅσιε τῶν γὰρ ἐνθέων δωρεῶν, σκεῦος ὤφθης ἱερόν, παρέχων ἐνὶ ἐκάστω, πολυτελεῖς χορηγίας, πρὸς σωτηρίαν τῶν ψυχῶν ἠμῶν. 

Βιογραφία 

Ο Όσιος Τιμόθεος ήταν μοναχός πνευματέμφορος, με μεγάλη καθαρότητα ζωής από νεαρή ηλικία, ξένος προς τους μολυσμούς της ψυχής και του σώματος. Επίσης, ήταν χαρακτήρας ευθύς, ειλικρινής, συμπαθητικός, ελεύθερος. Χωρίς φανατισμούς, χωρίς καυχήσεις ότι νήστευε, χωρίς αλαζονείες ότι έκανε αγρυπνίες και εγκράτεια. Γεμάτος απλότητα, ταπεινοφροσύνη, επιείκεια και συγκατάβαση. Έκρινε τον εαυτό του με αυστηρότητα και τους άλλους με αγαθότητα. Γι' αυτό και ο Θεός του έδωσε το χάρισμα να ιατρεύει ασθένειες, χωρίς βέβαια να υπερηφανεύεται γι' αυτό.

Η αναφορά των Συναξαριστών στη διατύπωση «ἐν τοὶς Συμβόλοις» ίσως φανερώνει τον τόπο του ενταφιασμού του ιερού λειψάνου αυτού.

Ο Όσιος Τιμόθεος κοιμήθηκε με ειρήνη σε βαθύ γήρας.

Την ευχή του να έχουμε. 

 





Read More