Ευαγγέλιον
1
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος,
ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς
Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς
Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς
τετραρχοῦντος, 2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3 καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, 4
ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος
ἐν τῇ ἐρήμῳ, ἑ τοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους
αὐτοῦ· 5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν
ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ
τραχεῖαι εἰς ὁδοὺς λείας, 6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. 7
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα
ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8
ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν
ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ
τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ποιήσωμεν; 11 ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν; 13 ὁ δὲ εἶπε πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· Καὶ ἡμεῖς τί ποιήσωμεν;
καὶ εἶπε πρὸς αὐτούς· Μηδένα συκοφαντήσητε μηδὲ διασείσητε, καὶ ἀρκεῖσθε
τοῖς ὀψωνίοις ὑμῶν. 15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, 16
ἀπεκρίνατο ὁ Ἰωάννης ἄπασι λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται
δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων
αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. 17
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ
συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ
ἀσβέστῳ. 18 πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν.
Ἀπολυτίκιον
Ἱερωσύνης τῇ στολῇ διαπρέπων, ἀθλητικῶς τὸν δυσμενῆ ἐτροπώσω, ὡς Ἱεράρχης ἔνθεος Θεόπεμπτε· ὅθεν πρὸς ἐπίγνωσιν, ἀληθείας προσάγεις, Θεωνᾶν τὸν ἔνδοξον, προσελθόντα Κυρίῳ· μεθ’ οὗ δυσώπει πάντοτε σοφέ, ὑπὲρ τῶν πίστει, τιμώντων τοὺς ἄθλους σου.
Βιογραφία
Ο Άγιος Θεόπεμπτος μας διδάσκει πως πρέπει να είμαστε πρωτοπόροι, αν θέλουμε να κερδίσουμε την αιώνια δόξα και όχι αυτή την προσωρινή του κόσμου. Ο Άγιος ήταν επίσκοπος στα χρόνια του αυτοκράτορα Διοκλητιανού (284 - 305 μ.Χ.), που στις 23 Ιανουαρίου 303 υπέγραψε διάταγμα ανελέητου διωγμού κατά των χριστιανών. Τότε, ο πρώτος που ομολόγησε Χριστόν Εσταυρωμένον και ήλεγξε τον Διοκλητιανό για την πλάνη του, ήταν ο επίσκοπος Θεόπεμπτος. Βέβαια, αμέσως μετά ήξερε τι τον περίμενε. Και πράγματι, υποβάλλεται σε μια σειρά σκληρών βασανιστηρίων, που συγχρόνως συνοδεύονται από θαύματα. Πρώτα τον βάζουν σε φούρνο αναμμένο για να καεί, αλλά θαυματουργικά βγαίνει ζωντανός και αβλαβής. Έπειτα, του βγάζουν το ένα μάτι και, αμέσως μετά, του επιβάλλουν να πιει θανατηφόρα δηλητήρια. Επειδή όμως φυλάχτηκε από τη Χάρη του Θεού αβλαβής, τον αποκεφαλίζουν. Αλλά η ανδρεία, η ασάλευτη πίστη, η έξοχη καρτερία και η ηθική λάμψη που φώτιζαν τη φυσιογνωμία του μάρτυρα Θεοπέμπτου, μίλησαν πειστικά και νικηφόρα στην καρδιά του ειδωλολάτρη μάγου Θεωνά, που παρασκεύαζε τα φάρμακα. Και ενώ ακόμα η λουσμένη στα αίματα κεφαλή του μάρτυρα ήταν κατά γης, ομολόγησε κι αυτός το Χριστό. Μανιασμένοι τότε οι ειδωλολάτρες από την απρόσμενη αυτή ομολογία, τον θάβουν ζωντανό στο χώμα. Έτσι ο Θεωνάς βρήκε ένδοξο θάνατο και η ψυχή του μαζί μ' αυτήν του Αγίου Θεοπέμπτου, ανέβηκαν στον αθλοθέτη και στεφανοδότη Θεό.
Ἁγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
