Ευαγγέλιον
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν 28
λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ
ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν
γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· 32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. 33 ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37
ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς
λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. 38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· Διδάσκαλε, καλῶς εἶπας. 40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. 41 Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν υἱόν Δαυῒδ εἶναι; 42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱός αὐτοῦ ἐστιν;
Απολυτίκιον
Ἔν σοι Πάτερ ἀκριβῶς, διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Πατάπιε τὸ πνεῦμά σου.
Βιογραφία
Ο Όσιος Πατάπιος γεννήθηκε στην Αίγυπτο και από μικρό παιδί είχε «πνεῦμα
ἀγάπης καὶ σωφρονισμοῦ» (Β' προς Τιμόθεον, α' 7). Δηλαδή, πνεύμα αγάπης
και πνεύμα που σωφρονίζει, ώστε φρόνιμα και συνετά να κυβερνά τον εαυτό
του, αποφεύγοντας κάθε ηθική παρεκτροπή, διατηρώντας την αγνότητα, αλλά
συγχρόνως παραδειγμάτιζε και τους συνανθρώπους του. Και αυτό το
απέδειξε ακόμα περισσότερο, όταν μεγάλωσε.
Αφού διαμοίρασε την
κληρονομιά του στους φτωχούς, αποσύρθηκε στην έρημο. Εκεί γέμιζε το
χρόνο του με προσευχή, μελέτη και αγαθοεργίες. Σε κάθε κουρασμένο
οδοιπόρο που περνούσε από το κελί του, πρόσφερε ανάπαυση και φιλοξενία.
Αλλά εκμεταλλευόμενος την ευκαιρία του παρείχε με διάκριση και
πνευματικές οδηγίες και συμβουλές, χρήσιμες για τη σωτηρία της ψυχής
του. Έτσι, η φήμη του Παταπίου εξαπλώθηκε γρήγορα και κάθε μέρα πολλοί
έφθαναν στο κελί του για να ακούσουν από τα χείλη του επωφελή
διδασκαλία.
Μετά από καιρό, ο Πατάπιος πήγε στην
Κωνσταντινούπολη. Εκεί, θέλοντας να μείνει άγνωστος, εξέλεξε ένα
ησυχαστήριο στις Βλαχερνές. Όμως, η ταπεινή και καθαρή ζωή του Παταπίου,
τον αξίωσε να θαυματουργεί. Έτσι και πάλι έγινε γνωστός και πέθανε
θεραπεύοντας αρρώστους.
Ἁγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
