Πέμπτη 14 Αυγούστου 2025

Προεόρτια της κοιμήσεως της Θεοτόκου

 

Ευαγγέλιον

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 43 - 46


43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· 44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν. 45 καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον. 

Ἀπολυτίκιον  

Λαοὶ προσκιρτήσατε, χείρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν ἐνδόξως· ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.

Κοντάκιον

Τῇ ἐνδόξῳ μνήμη σου ἡ οἰκουμένη, τῷ ἀϋλῳ Πνεύματι, πεποικιλημένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Τις πρεσβείες της να έχουμε. 

 


 

Read More