Σάββατο 17 Μαΐου 2025

Άγιοι Ανδρόνικος και Ιουνία οι Απόστολοι

 


Ευαγγέλιον

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Η´ 31 - 42


31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. 39 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. 42 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε. 

Ἀπολυτίκιον 

Δυὰς φωτοειδής, ἱερῶν Ἀποστόλων, καὶ κήρυκες Χριστοῦ, ἀνεδείχθητε κόσμω, τοὶς πάσι κατασπείραντες, τὸ τῆς χάριτος κήρυγμα, ὅθεν σήμερον, ἠμᾶς πιστῶς εὐφημοῦμεν, ὢ Ἀνδρόνικε, καὶ Ἰουνία θεόφρον, Χριστὸν μεγαλύνοντες.

Βιογραφία 

Οι άγιοι Απόστολοι Ανδρόνικος και Ιουνία συγκαταλέγονται ανάμεσα στους εβδομήκοντα Αποστόλους του Κυρίου μας, τους οποίους εορτάζουμε στις 4 Ιανουαρίου. Συνεργάσθηκαν με τον Απόστολο Παύλο, για τους οποίους γράφει στην προς Ρωμαίους επιστολή του: «Ασπάσασθε Ανδρόνικον και Ιουνίαν τους συγγενείς μου και συναιχμαλώτους μου, οίτινες είσιν επίσημοι εν τοις αποστόλοις, οι και προ εμού γεγόνασιν εν Χριστώ»(Προς Ρωμαίους, ιστ' 7). Δηλαδή, χαιρετήστε τον Ανδρόνικο και την Ιουνία, τους συμπατριώτες μου, που καταδιώχθηκαν και φυλακίσθηκαν μαζί μου και είναι διακεκριμένοι μεταξύ εκείνων που ασκούν την αποστολή του κηρύγματος, και οι όποιοι μάλιστα προσήλθαν στο Χριστό πρωτύτερα από μένα.

Περισσότερες πληροφορίες για τον Άγιο Ανδρόνικο μπορείτε να διαβάσετε στις 30 Ιουλίου.

Την ευχή τους να έχουμε.


 

Read More