Άγιο Ανάγνωσμα
1
ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ῎Αχαζ τοῦ ᾿Ιωάθαμ τοῦ υἱοῦ ᾿Οζίου βασιλέως
᾿Ιούδα, ἀνέβη Ρασεὶμ βασιλεὺς ᾿Αρὰμ καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς
᾿Ισραὴλ ἐπὶ ῾Ιερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι
αὐτήν. 2 καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ
λέγων· συνεφώνησεν ᾿Αρὰμ πρὸς τὸν ᾿Εφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ
ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. 3
καὶ εἶπε Κύριος πρὸς ᾿Ησαΐαν· ἔξελθε εἰς συνάντησιν ῎Αχαζ σὺ καὶ ὁ
καταλειφθεὶς ᾿Ιασοὺβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ
ἀγροῦ τοῦ κναφέως 4 καὶ ἐρεῖς αὐτῷ· φυλάξαι
τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων
τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται,
πάλιν ἰάσομαι. 5 καὶ ὁ υἱὸς τοῦ ᾿Αρὰμ καὶ ὁ υἱὸς τοῦ Ρομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες· 6 ἀναβησόμεθα εἰς τὴν ᾿Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· 7 τάδε λέγει Κύριος σαβαώθ· οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· 8
ἀλλ᾿ ἡ κεφαλὴ ᾿Αρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ρασεὶμ - ἀλλ᾿ ἔτι
ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία ᾿Εφραὶμ ἀπὸ λαοῦ - 9 καὶ ἡ κεφαλὴ ᾿Εφραὶμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνιῆτε. - 10 Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ ῎Αχαζ λέγων· 11 αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. 12 καὶ εἶπεν ῎Αχαζ· οὐ μὴ αἰτήσω οὐδ᾿ οὐ μὴ πειράσω Κύριον. 13 καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; 14
διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ
ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ·
Ἀπολυτίκιον
Τὴν φερώνυμον κλῆσιν ἀληθεύουσαν ἔδειξας, τοῖς ἀσκητικοῖς σου ἀγῶσι, θεοφόρε Βενέδικτε· υἱός γὰρ εὐλογίας τεθηλώς, ἀρχέτυπον ἐγένου καὶ κανών, τοῖς ἐκ πόθου μιμουμένοις τὴν σὴν ζωήν, καὶ ὁμοφώνως κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Βιογραφία
Ο όσιος Βενέδικτος γεννήθηκε στη Νουρσία της Ιταλίας και έζησε τον 6ο αιώνα μ.Χ. Οι γονείς του ήταν ευγενείς και πλούσιοι, αλλά και αφοσιωμένα τέκνα της Εκκλησίας. Γι' αυτό και στο παιδί τους, με αγάπη και ταπεινό φρόνημα, εφάρμοσαν τη διαπαιδαγώγηση πού συνιστά ο λόγος του Θεού: «Εκτρέφετε αυτά εν παιδεία και νουθεσία Κυρίου» (προς Έφεσίους, στ' 4). Ν' ανατρέφετε, δηλαδή, τα παιδιά σας, με παιδαγωγία και νουθεσία, σύμφωνα με το θέλημα του Κυρίου. Έτσι και οι γονείς αυτοί ανέθρεψαν το γιο τους Βενέδικτο με θερμότατη ευσέβεια και φρόντισαν να του ανάψουν το ζήλο να εργασθεί σε κάτι μεγάλο και καλό υπέρ της Εκκλησίας. Ο Βενέδικτος όταν ενηλικιώθηκε, πράγματι ανταποκρίθηκε στις προσδοκίες των γονέων του. Αφού αποχώρησε σ' ένα φαράγγι στα Απέννινα όρη, επιδόθηκε στην προσευχή και τη μελέτη. Η τόσο αγία ζωή που έκανε, έγινε αιτία να αποκτήσει μεγάλη φήμη στους γύρω ορεινούς πληθυσμούς. Μέσα σε διάστημα είκοσι χρόνων, ήλθαν κοντά του 164 μοναχοί. Οπότε το έτος 540 ίδρυσε μοναστήρι, επάνω στο όρος Cassino. Υπήρξε ιδρυτής του μοναχικού τάγματος των Βενεδικτίνων, που υπάρχει μέχρι και σήμερα στη δυτική Εκκλησία. Ο όσιος Βενέδικτος πέθανε ειρηνικά το έτος 543, σε ηλικία 62 χρονών.
Να έχουμε την ευχή του!
