Ευαγγέλιον
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 43 - 72
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· Χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 49 καθ’ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι. 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 1 - 1
1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
Απολυτίκιον
Ὅσιων τὴν ἔλλαμψιν, εἰσδεδεγμένη σεμνή, τὴν πάλιν ἐφαίδρυνας, τῶν Ἀθηναίων τὴ σῆ, ἀσκήσει καὶ χάριτι, σὺ γὰρ ἐν εὐποιίαις, διαλάμπουσα Μῆτερ, ἤθλησας δι' ἀγάπην, εὐσεβῶς τοῦ πλησίον διὸ σὲ ὢ Φιλοθέη, Χριστὸς ἐδόξασε.
Βιογραφία
Η Αγία Φιλοθέη γεννήθηκε το έτος 1522 μ.Χ. στην τουρκοκρατούμενη τότε Αθήνα. Οι ευσεβείς γονείς της ονομάζονταν Άγγελος και Συρίγα Μπενιζέλου. Η μητέρα της ήταν στείρα και απέκτησε την Αγία μετά από θερμή και συνεχή προσευχή.
Ο Κύριος που ικανοποιεί το θέλημα εκείνων που Τον σέβονται και Τον αγαπούν, άκουσε την δέησή της. Και πράγματι, μια ημέρα η Συρίγα μπήκε κατά την συνήθειά της στο ναό της Θεοτόκου για να προσευχηθεί και από τον κόπο της έντονης και επίμονης προσευχής την πήρε για λίγο ο ύπνος. Τότε ακριβώς είδε ένα θαυμαστό όραμα. Ένα φως ισχυρό και λαμπρό βγήκε από την εικόνα της Θεομήτορος και εισήλθε στην κοιλιά της. Έτσι ξύπνησε αμέσως και έκρινε ότι το όραμα αυτό σήμαινε στην ικανοποίηση του αιτήματός της. Έτσι κι έγινε. Ύστερα από λίγο καιρό η Συρίγα έμεινε έγκυος και έφερε στον κόσμο τη μονάκριβη θυγατέρα της.
Μαζί με την Χριστιανική ανατροφή, έδωσαν στην μοναχοκόρη τους και κάθε δυνατή, για την εποχή εκείνη, μόρφωση. Έτσι η Ρηγούλα (ή Ρεβούλα, δηλαδή Παρασκευούλα), αυτό ήταν το όνομά της προτού γίνει μοναχή, όσο αύξανε κατά την σωματική ηλικία, τόσο προέκοπτε και κατά την ψυχή, όπως λέει το συναξάρι της.
Σε ηλικία 14 χρονών, οι γονείς της την πάντρεψαν, παρά την θέλησή της, με έναν από τους άρχοντες της Αθήνας. Αργότερα, αφού πέθαναν οι γονείς και ο σύζυγός της, ήρθε η ώρα να πραγματοποιήσει ένα μεγάλο πόθο της. Αφιερώνεται εξ ολοκλήρου στον Χριστό, γίνεται μοναχή και παίρνει το όνομα Φιλοθέη.
Συνέχεια...👉https://www.saint.gr/3757/saint.aspx
