Δευτέρα 13 Ιανουαρίου 2025

Όσιος Μάξιμος ο Καυσοκαλυβίτης

Εὐαγγέλιον

 

ΚΑΤΑ ΛΟΥΚΑΝ Κ´ 1 - 8



1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτόν λέγοντες· Εἰπέ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 

Ἀπολυτίκιον

Μητρικῆς ἐκ νηδύος Ὅσιε Μάξιμε, ἐκλογῆς ὡς δοχεῖον ἀνατεθεῖς τῷ Θεῷ, τοῦ θείου γνόφου ὡς Μωσῆς κατηξίωσαι, καὶ τὰ πόρρω προορᾶν, κατὰ τὸν μέγον Σαμουήλ, τοῦ Ἄθω τὸ θεῖον θαῦμα, τῆς Θεοτόκου ὁ μύστης ἡ καὶ πρεσβεύεις Πάτερ ὑπὲρ ἠμῶν.

Βιογραφία

Παρήλθε πάντας αρεταίς ο Μάξιμος,
Καν τοις χρόνοις ήσκησε νυν τοις εσχάτοις.

Ο Όσιος Μάξιμος, κατά κόσμο Μανουήλ, γεννήθηκε στην πόλη Λάμψακο από ευσεβείς γονείς οι οποίοι τον ανέθρεψαν με παιδεία και νουθεσία Κυρίου. Εκάρη μοναχός σε μοναστήρι του όρους Γάνου και μετά από σύντομη παραμονή σε Κωνσταντινούπολη και Θεσσαλονίκη, κατέληξε στην Μονή της Λαύρας στο Άγιο Όρος. Λόγω των συχνών μετακινήσεων του έκαιγε την καλύβα του για να ασκείται στην πλήρη ακτημοσύνη. Γι αυτό το λόγο ονομάσθηκε Καυσοκαλύβης. Εκοιμήθη ειρηνικά το 1365 μ.Χ. σε ηλικία 95 ετών.

 


 

Read More