Πέμπτη 19 Δεκεμβρίου 2024

Άγιοι Βονιφάτιος και Αγλαΐα η Ρωμαία

 

*Πέμπτη, 19 Δεκεμβρίου 2024*

*Άγιοι Βονιφάτιος και Αγλαΐα η Ρωμαία, Άγιοι Ηλίας, Πρόβος και Άρης*

*Εὐαγγέλιον*


*ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α' Γ´ 1 - 13*


1 Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. 2 Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, 3 μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· 5 - εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; - 6 μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. 7 δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. 8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, 9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. 11 γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσι. 12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.


Ἀπολυτίκιον

 Μαρτύρων τὴν εὔκλειαν ἰχνηλατήσας θερμῶς, Χριστὸν ὡμολόγησας ἐπὶ ἀπίστων στερρῶς, σοφὲ Βονιφάτιε· ὅθεν καθάπερ πλοῦτον ἀδαπάνητον, μάρτυς, δέδωκάς σου τὸ σῶμα τῇ σεμνῇ Ἀγλαΐᾳ· ἐξ οὗ τῷ κόσμῳ πηγάζει ῥώσις καὶ ἔλεος.

 Ιερά Λείψανα:    

Αποτμήματα του Ιερού Λειψάνου του Αγίου Βονιφάτιου βρίσκονται στις Μονές Παντελεήμονος Αγίου Όρους, Γηρομερίου Φιλιατών, Φανερωμένης Σαλαμίνος, Αγίου Νικολάου Άνδρου και Αγίου Κυπριανού Φυλής Αττικής.

Βοήθεια μας!

 

Βιογραφία

 

Read More